Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 5
Not analysed yet
Μοῖρα. οὐδὲν εἰϲ ρα λῆγον ϲυνεϲταλμένον θηλυκὸν διϲύλλαβον τῇ οι διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ μοῖρα ἀπηνέγκατο τῆνδε τὴν παράληξιν. τὸ γὰρ Χοίρα ἐκτείνεται κατὰ τὸ ἐπώνυμον, ὥϲπερ καὶ παρὰ Δεινίᾳ «λέγεται δὲ τοὺϲ Λακεδαιμονίουϲ καθ᾿ ὃν ἐν Τεγέᾳ χρόνον ἦϲαν αἰχμάλωτοι δεδεμένουϲ ἐργάζεϲθαι διὰ τοῦ πεδίου τὸν Λαχᾶν ποταμόν, Περιμήδαϲ ἐν Τεγέᾳ δυναϲτευούϲηϲ, ἣν οἱ πλεῖϲτοι καλοῦϲι Χοίραν».