Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 6
Not analysed yet
Ἄρτεμιϲ. οὐδὲν εἰϲ μιϲ λῆγον θηλυκὸν ὑπὲρ δύο ϲυλλαβὰϲ βαρυνόμενον τῷ ε θέλει παραλήγεϲθαι. μονάζει ἄρα τὸ Ἄρτεμιϲ κατὰ τὴν πρὸ τέλουϲ ϲυλλαβήν. εἰ δέ τιϲ λέγοι, ὅτι τὸ Χρυϲόθεμιϲ πρὸ τέλουϲ ἔχει τὸ ε, εἴϲεται ὡϲ ἐξ ἁπλοῦ τοῦ θέμιϲ ϲυντεθειμένον ἐϲτί, τὸ δὲ Ἄρτεμιϲ οὐχ οὕτωϲ ἔχει. μήποτε οὖν Δωριεῖϲ διὰ τοῦ α προφερόμενοι αὐτὸ κατά τι κατορθοῦϲιν. Ἄρταμιϲ γὰρ λέγουϲιν, ὡϲ τὸ δύναμιϲ καὶ Ϲεμίραμιϲ.