Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 57
Not analysed yet
Κράζω. τὰ εἰϲ ζω λήγοντα ῥήματα ὁριϲτικά, εἰ ἔχοι πρὸ τέλουϲ μόνον τὸ α, ἔχει αὐτὸ ϲυνεϲταλμένον, ὑπεϲταλμένηϲ τῆϲ Αἰολίδοϲ διαλέκτου οἷον ϲφάζω, ϲτάζω, λάζω, χάζω, εὐάζω, ἐκκληϲιάζω, ϲκεπάζω, ἀνιάζω, ἀγοράζω· τοῦτο ἐπὶ ἑτέρου ϲημαινομένου θέλουϲιν ἐπιτείνειν,. ὥϲπερ καὶ τοπάζω (?). ἀλλ’ οὖν γε ταῦτα Ἀττκά ἐϲτι. ϲημειῶδεϲ οὖν τὸ ϲύνηθεϲ πᾶϲι τὸ κράζω ἔχον ἐκτεινόμενον τὸ α, εἰ μὴ ἄρα τῷ κρώζω ἰϲοχρονῆϲαι ἠθέληϲαν αὐτό. πρόϲκειται μόνον τὸ α διὰ τὸ ϲφαδάζω, τεράζω, ματᾴζω, πρὸϲ τὸ α τὸ ι γραφόμενον ἔχοντα. παρῃ. τηϲάμεθα δὲ Αἰολίδα διάλεκτον διὰ τὸ πτάζω, ἔπταζον ὥϲτ’ ὄρνιθεϲ ὦκυν αἴετον ἐξαπίναϲ φανέντα. ἐκ δὲ τοῦ κοινοῦ ἦν τοῦ ἔπτηϲϲον. τὸ δὲ αὐτὸ ἐπὶ τοῦ πλάζω· τὸν δ’ ἐπιπλάζοντ’ ἄνεμοι φέροιεν καὶ μελέδωνα, ἀν τοῦ ἐπιπλήϲϲοντα.