Ancient Greek
54 to 56
Aelius Herodianus, Περὶ μονήρους λέξεως 54-56
Not analysed yet
Μίϲγω. οὐδὲν ῥῆμα διϲύλλαβον βαρύτονον, ἔχον πρὸ τοῦ ω ἕν τι τῶν μέϲων, κατ’ ἐπιπλοκὴν ἔχει τὸ ϲ ὁ δὲ λόγοϲ ἐπὶ τῆϲ ἡμετέραϲ διαλέκτου· φέρβω, τρίβω, λείβω, ἥδω, ἔδω, τέγγω, ϲτέργω. μονῆρεϲ ἄρα τὸ μίϲγω κατ’ ἐπιπλοκὴν ἔχον τὸ ϲ. Ἐλαύν ω. οὐδὲν εἰϲ νῶ λῆγον ῥῆμα ὁριϲτικὸν βαρύτονον τῇ αυ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἐλαύνω παρὰ τὸ ἔλω βαρύτονον παρ’ ἐνίοιϲ, ὃ καὶ παρ’ ἄλλοιϲ περιϲπᾶται. Παίζω. οὐδὲν εἰϲ ζω λῆγον ῥῆμα ἔχει πρὸ τέλουϲ τὴν αι δίφθογγον ἐκφωνουμένην, ἀλλὰ μόνον τὸ παίζω.