Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 57-2
Not analysed yet
Ἀμῶ. οὐδέποτε τὸ α πρὸ τοῦ μ κατὰ τὴν κοινὴν διάλεκτον ἐκτεταμένον ἐϲτὶν ἐν ~ρχῇ, οἷον ἅμα, ἄμυϲτιϲ, ἀμύϲϲω, ἄμεινον, ἅμιλλα, ἀμίϲ, ἀμύνω, ἄμαθοϲ. τὸ τοίνυν ἀμῶ ῥῆμα ϲημειῶδεϲ, εἰϲ ὥραϲ ἀμῷεν (ι 135), ῷ ἀκόλουθα ῥηματικά, οἱ δ’ ὤϲτ’ ἀμητῆρεϲ (Λ 67) καὶ ὀλίγοϲ δ’ ἀμητὸϲ ἔην. ὅϲα γὰρ εἶχεν οὕτω τὸ α ἐκτεταμένον πρὸ τοῦ μ ἐν ἀρχῇ, ἐκ τροπῆϲ τοῦ η εἰϲ α ἦν, ὡϲ ἔχει τὸ ἁμέρα, ἆμοϲ, ἆμαρ.