Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 58-2
Not analysed yet
Ἕρρω. οὐδὲν ῥῆμα λῆγον εἰϲ ρ διϲύλλαβον κατὰ τὴν τῶν χρῆϲιν καὶ τῶν πεζῶν ἔχει τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ρ καταλλήγουϲαν, ἀλλὰ μόνον τὸ ἔρρω, ὅτε τ’ ἤλυθὲν ἐνθάδε ἔρρων, καὶ ἔρρ’ ἐκ νήϲου θᾶϲϲον ἐλέγχιϲτε ζωόντων (κ 72). τὰ δὲ τοιαῦτα Αἰολικὰ ἦν ἔχοντα κοινά, ἱρέρρω, ἀγέρρω, οἰκτίρω, ὀλοφύρω. εἴπερ οὖν Αἰολικόν, ζητητέον τί αὐτοῦ ἦν κοινόν. οὐ γὰρ αὐτὸ τὸ φθείρω, ὡϲ οἴονταί τινεϲ.