Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 6-2
Not analysed yet
Ἰχθῦϲ. οὐδὲν εἰϲ υϲ λῆγον ἀρϲενικὸν ὑπὲρ μίαν ϲυλλαβήν, μὴ ἔχον ὑποκοριϲτικὴν ἔννοιαν, περιϲπᾶϲθαι θέλει. ϲημειῶδεϲ ἄρα ὁ ἰχθῦϲ. προϲέθηκα δὲ «μὴ ὑποκοριϲτικὴν ἔννοιαν» διὰ τὸ ἀπφῦϲ· δοκεῖ γὰρ παρὰ. τὸ ἀπφάϲ παρωνομάϲθαι. ἔϲτι δὲ καὶ τὸ Διονῦϲ παρὰ τοῖϲ κωμικοῖϲ ἐπ τοῦ ἐκλύτου ταϲϲόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύϲου. ὦν οὐδὲ αἱ γενικαὶ παρόμοιαι τῷ προκειμένῳ· ἰχθύοϲ γὰρ λέγεται οὐ μεμελέτηκε δὲ ἀπφύοϲ λέγεϲθαι. μόνον δὲ διὰ δύο δαϲέων ἐκφέρεται ὁ ἰχθῦϲ, τῶν ἄλλων εἰϲ υϲ ληγόντων οὐχ οὕτωϲ ἐχόντων. πρόϲκειτάι δὲ τῷ κανόνι «ἀρϲενικὸν» διὰ τὸ ὀφρῦϲ περιϲπώμενον θηλυκόν, ἔτι δὲ καὶ τὸ ὀϲφῦϲ. ὥϲτε εἰ περιϲπᾶται τὸ ἰχθῦϲ, ἔϲτω θηλυκόν εἰ δὲ ἀρϲενικόν ἐϲτιν, ὀφείλει ὅμοιον εἶναι τῷ ϲτάχυϲ, βότρυϲ.