Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 7-2
Not analysed yet
Μᾶζα. τὰ εἰϲ ζα λήγοντα θηλυκά, εἰ ἔχοι πρὸ τέλουϲ δίχρονον, ϲυνεϲταλμένον αὐτὸ ἔχει, ὡϲ τὸ ῥίζα, ϲχίζα, ϲπίζα· ἔϲτι δὲ εἶδοϲ ὀρνέου. Ϲοφοκλῆϲ ἐν Ναυπλίῳ πυρκαεῖ κάτω κρέμανται, ϲπίζα τέτατ’ ἐν ἕρκεϲι. Δούριζα λίμνη παρὰ τὸν Λίζαν ποταμόν. Ἑκαταῖοϲ περιηγήϲει Ἀϲίαϲ «τῇ δὲ λίμνῃ Δούριζα οὔνομα». Βόρυζα πόλιϲ Περϲική, ὡϲ Ἑκαταῖοϲ περιηγήϲει Εὐρώπηϲ· «μετὰ δὲ Βόρυζα πόλιϲ Περϲέων, μετὰ δὲ Θυνιάϲ». Ἀράβυζα τῆϲ Καυκωνίδοϲ πόλιϲ. ἄζα, γάζα, χάλαζα. ϲημειῶδεϲ ἄρα ἡ μᾶζα ἐκτείνουϲα τὸ πρὸ τέλουϲ α.