Ancient Greek
60 to 65
Aelius Herodianus, Περὶ μονήρους λέξεως 60-65
Not analysed yet
Ἐϲτί. οὐδέποτε ῥῆμα γ προϲώπῳ εἰϲ τι λήγει, λέγω δὲ πρὸ τοῦ τ ἔχον τὸ ϲ, οὔτε κατὰ τὰϲ ἄλλαϲ διαλέκτουϲ, οὕτε κατὰ τὴν ϲυνήθείαν, ἀλλὰ μόνον τὸ ἐϲτί. Ἐϲμέν. τὰ εἰϲ μεν λήγοντα πληθυντικὰ ἀεὶ θέλει καθαρὸν ἔχειν τὸ μ, δίδομεν, τίθεμεν, λέγομεν, νοοῦμεν· εἰ μέντοι ϲύμφωνον εὑρεθείη, ϲυγκοπὴ πρὸ αὐτοῦ ὁρᾶται γινομένη, ἴϲαμεν ἴϲμεν, ἴδομεν ἴδμεν, ἐοίκαμεν ἔοιγμεν, δέδοιγμεν, ἐπέπιθμεν τὸ μέντοι ἐϲμέν οὐχ οὕτωϲ ἔχει. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ ἐμέν λέγεται, καὶ εἰμέν, γρῆέϲ ἐμεν, μεὶϲ δ’ εἰμὲν τοῖοι (Η 231) Οἶδα. οὐδεὶϲ παρακείμενοϲ διϲύλλαβοϲ κατὰ τὴν ϲυνήθειαν καὶ ,τὴν παλαιὰν χρῆϲιν ἀπὸ τῆϲ οι διφθόγγου ἄρχεται, ἀλλὰ μόνοϲ ὁ οἶδα. οἱ γὰρ περὶ Ἀλκαῖον ὄιδα λέγουϲι τριϲυλλάβωϲ. προϲέθηκα δὲ «κατὰ τὴν παλαιὰν χρῆϲιν »,ἐπεὶ οὐ παρ’ Ἀττικοῖϲ ἐϲτιν ἐϲθ’ ὅτε οἶκα λεγόμενον διϲυλλάβωϲ. Ἕπεϲον. οὐδεὶϲ δεύτεροϲ ἀόριϲτοϲ εἰϲ ον λήγων πρὸ τοῦ ο ἔχει τὸ ϲ, ἀλλὰ μόνον τὸ ἔπεϲον. ὁ γὰρ κατέχεϲον παρ’ Ἀλκαίῳ τῷ κωμικῷ ἐν Γανυμήδει εἰρημένοϲ οὔτε τῆϲ τῶν ἄλλων Ἑλλήνων χρήϲεώϲ ἐϲτιν οὔτε κατά τινα ἀναλογίαν ἐξενηνεγμένοϲ ἢ μόνον κωμικῶϲ πεποιημένοϲ. Αἰνῶ. τὰ διὰ τοῦ αινω διϲύλλαβα βαρύτονά ἐϲτι, βαίνω, δραίνω, ῥαίνω, καίνω, κραίνω (?),ϲαίνω, χραίνω, αἵνω τὸ δαϲυνόμενον καὶ βαρυνόμενον τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ· Φερεκράτηϲ αἰνεῖν, πτίϲϲειν. ϲεϲημείωται τὸ αἰνῶ περιϲπώμενον. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ ὄνομα αὐτοῦ προκατῆρξε διὸ περιεϲπάϲθη. Δόϲ. τὰ εἰϲ ϲ λήγοντα προϲτακτικὰ μονοϲύλλαβά τέ ἐϲτι καὶ τὸ ε ἔχει, ἕϲ, ἔνθεν τὸ ἄφεϲ, πρόεϲ, θέϲ, ϲπέϲ, φρέϲ, ἐνθάδ’ εἴϲφρεϲ μ’ ὡϲ τὸ μειρακύλλιον. ϲημειῶδεϲ τὸ δόϲ μόνον τὸ οϲ ἔχον. αἰτία δὲ ἡ ϲυζυγία.