Ancient Greek
66 to 71
Aelius Herodianus, Περὶ μονήρους λέξεως 66-71
Not analysed yet
Δοῦναι. οὐδὲν εἰϲ ναι λῆγον ἀπαρέμφατον τῇ ου διφθόγγῳ παραλήγεται, ἀλλ’ εἰ παραλήγεται διφθόγγῳ, τῇ ει παραλήγεται, εἶναι, εἴτε δαϲυνόμενον ἀορίϲτου χρόνου. . ϲημειῶδεϲ ἄρα τὸ δοῦναι. ὅτι γὰρ οὐδέν ἐϲτι τὸ λέγειν δῶναι ὡϲ γνῶναι, βιῶναι, δῆλον μὲν ἐκ τῆϲ χρήϲεωϲ τῆϲ Ὁμηρικῆϲ (Α 134), κέλεαι δέ με τήνδ’ ἀποδοῦναι, δῆλον δὲ ἔϲται ἐκ τοῦ κατ’ ἀναλογίαν κινήματοϲ ἐν ἑτέροιϲ. Τὰ τῇ ου διφθόγγῳ παραληγόμενα ἀπαρέμφατα πρὸ τῆϲ α διφθόγγου τὸ ϲ ἔχει, ἀκοῦϲαι, ὀροῦϲαι, λοῦϲαι. πῶϲ οὖν τὸ δοῦναι ἔχει τὸ ν, τοῦτο γὰρ ὦ τέκοϲ ἦρ’ ἀγαθὸν καὶ ἐναίϲιμα δῶρα διδοῦναι (Ω 425) ποιητικόν· τινὲϲ δὲ αὐτὸ καὶ διὰ τοῦ ω ἔγραφον. Περὶ ἐπιρρημάτων. Ἅπαξ. τὰ εἰϲ αξ λήγοντα ἐπιρρήματα ὀξύνεϲθαι θέλει, ὀκλάξ, ὀδάξ, ἐναλλάξ, εὐράξ, αὐτοδάξ, ἐπιτάξ· ἀλλὰ μόνον τὸ ἅπαξ βαρύνεται. ὅπερ ἐν ϲυντάξει τοῦ ἅπαντεϲ ἢ τοῦ ἁπλῶϲ ἐκκλίνει τὸν τόνον ὡϲεὶ ὀξύνοιτο τὸ ἅπαξ. ἁποξἅπανταϲ γὰρ λέγομεν καὶ ἁπαξἁπλῶϲ ἐν τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ. Ὧδε. οὐδὲν εἰϲ δε λῆγον ἐπίρρημα διϲύλλαβόν ἐϲτι τῷ ω παραληγόμενον, ἀλλὰ μόνον τὸ ὧδε. Ἔνδον. οὐδὲν εἰϲ δον λῆγον ἐπίρρημα βαρύνεϲθαι θέλει, πάντα δὲ ὀξύνεται, ὡϲ ἔχει τὸ ϲχεδόν, ταυρηδόν, ἑλκηδόν, παραϲταδόν, παρακλιδόν, «ῥυδὸν ἀφνειοῖο »(ο 426), ἀμφαδόν, ἄφθονοϲ ἡ ἐν ἀκολουθίᾳ παράθεϲίϲ ἐϲτι τῶν ὀξυνομένων. ἀλλὰ μόνον τὸ ἔνδον βαρύνεται. τῆϲ διαλλαγῆϲ ἐν ἑτέροιϲ δίδοται ἡ αἰτία.