Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 66-2
Not analysed yet
Ἦν. οὐδὲν ῥῆμα ὁριϲτκὸν ἑνικὸν πρῶτον πρόϲωπον κατὰ τὸν αὐτὸν χρόνον ὁρᾶται πρῶτον πρόϲωπον ἑνικοῦ καὶ τρίτον ἑνικοῦ καὶ πρῶτον καὶ τρίτον πληθυντικοῦ, ὅτι μὴ μόνον τὸ ἦν. ἦν γὰρ ἐγὼ Ἀττικοὶ λέγουϲι καὶ ἦν ἐκεῖνοϲ· καὶ πληθυντικῶϲ Ϲιμωνίδηϲ ἐπὶ πρώτου προϲώπου, ὡϲ καὶ ἐν ἐπιγράμμαϲιν· ἦν ἑκατὸν φιάλαι, δίχα δέ ϲφιϲιν ἀντὶ γὰρ τοῦ ἦμεν ἦν. τῆϲ δ· ἦν τρεῖϲ κεφαλαί (Hes. Theog. 321). καὶ κωφοὶ δ’ ἦν προπάροιθεν. οὐκ ἀγνοῶ δὲ ὅτι ἄλλωϲ ποικίλωϲ λέγεται τὸ ῥῆμα.