Ancient Greek
62 to 65
Aelius Herodianus, Περὶ μονήρους λέξεως 62-65
Not analysed yet
Ἐϲϲί. οὐδὲν εἰϲ cι λῆγον ῥῆμα δεύτερον πρόϲωπον, ἀλλὰ μόνον τὸ ἐϲϲί· ἔχθιϲτοϲ δέ μοί ἐϲϲι (Α 176). ἡ δὲ χρῆϲιϲ παρὰ τοῖϲ ποιηταῖϲ καὶ Ϲυρακουϲίοιϲ· διὸ καὶ Ϲώφρων ὁδαῖόϲ γέ ἐϲϲι. Εἴϲ. οὐδὲν εἰϲ ειϲ λῆγον δεύτερον πρόϲωπον ὀξύνεται, ἀλλὰ μόνον τὸ εἴϲ αἵματόϲ εἰϲ ἀγαθοῖο (δ 611). τὸ δὲ αἴτιον ἐν τοῖϲ περὶ ῥημάτων ἐρῶ. Ὑφήφαϲται. οὐδεὶϲ Ἀττικὸϲ παρακείμενοϲ ἀπὸ τοῦ υ ἄρχεται, ἀλλὰ μόνοϲ ὁ ὑφήφαϲται. Οἶϲθα. ὅϲα εἰϲ θᾶ λήγει δεύτερα πρόϲωπα ἐπεκτεταμένα, ταῦτα ἀποβολῇ τῆϲ θα ϲυλλαβῆϲ καταλείπει ῥητὸν τὸ ῥῆμα, οἷον λέγῃϲθα λέγῃϲ, βάλῃϲθα βάλῃϲ, ἦϲθα ἦϲ. μόνον δὲ τὸ οἶϲθα τοιοῦτον οὐκ αἴτιον δὲ τὸ πάθοϲ.