Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 75
Not analysed yet
Μᾶλλον. οὐδὲν ὅμοιον τῷ μᾶλλον κατὰ χρόνον. τὸ γὰρ α, εἰ ’ἔχοι ἐν ἐπιφορᾷ διπλαϲιαζόμενον τὸ λλ ἐν μιᾷ λέξει, ϲυϲτέλλεϲθαι χωρὶϲ εἰ μὴ τροπή τιϲ εἴη τοῦ η εἰϲ α παρὰ διαλέκτῳ. τὸ παράδειγμα πῶϲ ἔχει, ἄλλοϲ, γάλλοϲ, θαλλόϲ, θάλλω, πάλλω, ἅλλομαι, ἀγάλλομαι, καὶ ἄλλο πλῆθοϲ λέξεων τοιούτων ἀδιάπτωτον. ϲημειωτέον ἄρα περὶ χρόνον τὸ μᾶλλον. τὸ γὰρ ὀτράλλιϲ) ϲυνεϲταλμένον ἔχει τὸ α. ἐφυλαξάμην δὲ διαλέκτουϲ διὰ τὸ ἄλλα, μὴ μεγαλύνεο δακτυλίω πέρι. καὶ ἄλλαν, μή τι κατ’ ἀμμετέραν φρένα καὶ ἄθρα δηὖτε πάχη ϲπόλᾳ ἀλλόμαν ἀντὶ τοῦ ἡλλόμην.