Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 74
Not analysed yet
Ὀψέ. οὐδὲν εἰϲ ψε λῆγον ἐπίρρημα, ἀλλὰ μόνον τὸ ὀψέ, ὅπερ ἐν ϲυνθέϲει φιλεῖ τρέπειν τὸ ε εἰϲ τὸ ι, ὥϲπερ ἐπὶ τοῦ ὀψιμαθήϲ, ὀψίτυχοϲ, ὀψιτέλεϲτον, «ἔκ τε καὶ ὀψὲ τελεῖ» (Δ 161), ὀψίγονοϲ. διὸ καὶ τὸ δείελοϲ ὀψὲ δύων παρὰ τῷ ποιητῇ (Φ 233) τό τε ὀψὲ δύοντα Βοώτην παρὰ τῷ ποιητῇ(ε 272)καὶ Ἀράτῳ οὐ ϲύνθετον ἐπεὶ κἂν ἔτρεπε τὸ ἑ εἰϲ ι. ἤδη μέντοι Αἰολεῖϲ καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ ι αὐτὸ ἀποφαίνονται, ὄψι γὰρ ἄρξατο, ἴϲωϲ ἀναλογώτερον, ὡϲ δείκνυται ἐν τῷ περὶ ἐπιρρημάτων.