Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 77
Not analysed yet
Δεῦρο. οὐδὲν εἰϲ ο λήγει ἐπίρρημα ὑπὲρ μίαν ϲυλλαβήν, ἀλλὰ μόνον τὸ δεῦρο. ὅπερ εἴρηται παρὰ τῷ ποιητῇ ἅπαξ κατ’ ἐπέκταϲιν εἰϲ ω ἐν τῷ (Γ 243) δεύρω μὲν ἕποντο. παραιτοῦμαι γὰρ τὴν διάφορον ἀνάγνωϲιν. παρὰ δὲ τοῖϲ Αἰολεῦϲι καὶ δεῦρυ διὰ τοῦ υ· παρὰ δὲ Ἀττικοῖϲ ἔϲθ’ ὅτε καὶ δευρί λέγεται διὰ τοῦ ι. τετόλμηται δὲ αὐτοῦ καὶ θεματιϲθῆναι πληθυντικὸν τὸ δεῦτε ὅτι δέ ἐϲτιν ἐπίρρημα ἐν τῷ περὶ ἐπιρρημάτων λέγεται.