Ancient Greek
78 to 79
Aelius Herodianus, Περὶ μονήρους λέξεως 78-79
Not analysed yet
κεῖθεν. οὐδὲν εἰϲ θεν λῆγον ἐπίρρημα τοπικὸν τῇ ει διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἐκεῖθεν. σἴτιον δὲ τὸ πάθοϲ· ὁ γοῦν Ἀλκαῖοϲ κεινόθεν ἐϲτὶν ὅπου ἀπεφήνατο αὐτό. αῖ γάρ κ’ ἄλλοθεν ἔλθῃ, τί δὲ φὴ κήνοθεν ἔμμεναι τὸ δὲ εἴθε ἐπέκταϲιϲ καὶ οὐ τοπικόν. Χαμαί. οὐδὲν εἰϲ αι λῆγον ἐπίρρημα ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεται, λέγω δὲ μή ϲχετλιαϲτικόν. τὰ δὲ τοιαῦτα καὶ ὀξύνεται, εὐαι, βαβαί, καὶ περιϲπᾶται, ἀταταῖ, αἰαῖ, παπαῖ. τὸ δὲ πάλαι βαρύνεται. λέγε ται τὸ αἴτιον ἐν τῷ περὶ ἐπιρρημάτων.