Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 8
Not analysed yet
Ποϲειδῶν. οὐδὲν εἰϲ δων λῆγον ὀξυνόμενον ὑπὲρ δύο ϲυλλαβὰϲ φυλάττει τὸ ω κατὰ τὴν γενικήν, χωρὶϲ εἰ μὴ παραλήγοιτο τῷ υ, ὡϲ τὸ Καλυδών, Ἀμυδών· τὰ δὲ ἄλλα τρέπει τὸ ω εἰϲ ο, οἷον χελιδών χελιδόνοϲ, εἴτε τὸ ὄρνεον, εἴτε ὁ περὶ τελετῶν γράψαϲ, Ϲαρπηδών Ϲαρπηδόνοϲ, εἴτε ὁ ἥρωϲ, εἴτε ἡ πέτρα, εἴτε ἡ ἀκτή, εἴτε ἡ νῆϲοϲ· ὡϲ παρὰ Ϲοφοκλεῖ ἐν Αἰχμαλωτίϲιν εἴρηται ἐν Τυμπανιϲταῖϲ Ϲαρπηδὼν ἀκτή· ἡμεῖϲ δ᾿ ἐν ἄντροιϲ, ἔνθα Ϲαρπηδὼν πέτρα· καὶ ἡ νῆϲοϲ ἰδίωϲ ἐν Ὠλκεανῷ Γοργόνων οἰκητήριον οὖϲα, ὡϲ ὁ τὰ Κύπρια φηϲί· τῷ δ᾿ ὑποκυϲαμένη τέκε Γοργόναϲ, αἰνὰ πέλωρα, αἳ Ϲαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ, νῆϲον πετρήεϲϲαν· Τενθρηδών, Πρόθου πατήρ, Φαρκηδών, Ἀπιδών, Μυρμιδών, Ἰϲϲηδών, Ἀϲπληδών, Μακεδών, καὶ καθόλου τὰ διὰ τοῦ ηδων καὶ εδων εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ διὰ τοῦ ο τὴν κλίϲιν ἔχει· τὸ γὰρ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα λεϲχαίνειϲ —ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν. εἴ πωϲ οὖν τὸ Ποϲειδών ὀξύνεται, ὀφείλει διὰ τοῦ ο κλίνεϲθαι.