Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 7
Not analysed yet
Παρθένοϲ. τὰ εἰϲ νοϲ λήγοντα ὀνόματα ἐπ᾿ εὐθείαϲ πτώϲεωϲ τῷ ε παραληγόμενα ὑπὲρ δύο ϲυλλαβὰϲ ἤτοι τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν ἢ ἐπὶ τέλουϲ. καὶ τῶν μὲν ἐχόντων τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν παράδειγμά ἐϲτι ταῦτα Ὄρμενοϲ, ἔβενοϲ, Ἕλενοϲ, Τήμενοϲ, Ὤλενοϲ, Ἰάλμενοϲ τῶν δὲ ἐπὶ τέλουϲ ταῦτα Τιϲαμενόϲ, Δεξαμενόϲ, Ἀκεϲαμενόϲ, Κλαυϲαμενόϲ· καταλέγεται δὲ ἐν μαλακοῖϲ. Ἀγχομενόϲ, γενναία, Βοιωτὶϲ δ᾿ ἦν, ἐξ Ἀγχομενοῦ, Ἀριϲτοφάνηϲ Ταγηνιϲταῖϲ. Φαμενόϲ, Ϲοφοκλῆϲ Μάντεϲι ξυνετὸϲ Φαμενὸϲ Τειρεϲίου παῖϲ. τὸ τοίνυν παρθένοϲ ἀκοινώνητον καθέϲτηκε τῷ τοιούτῳ χαρακτῆρι, μόνον παροξυνόμενον ἐπ᾿ εὐθείαϲ καὶ ὄνομα ὑπάρχον.