Ancient Greek
1.
Aelius Herodianus, Περὶ μονοσυλλάβων 1.
Not analysed yet
πᾶν ὄνομα μονοϲύλλαβον μακροκαταληκτεῖν θέλει εἴτε φύϲει εἶτε θέϲει· φύϲει μὲν οἷον Γρᾶϲ, πᾶϲ, Κρήϲ, Τρώϲ, ϲήϲ ὁ ϲκώληξ, νοῦϲ, παῖϲ, βοῦϲ, θέϲει δὲ οἷον νύξ, Ϲτύξ, φλόξ, Φρύξ, ἅλϲ χωρὶϲ τοῦ τίϲ τοῦτο γὰρ ϲυϲτέλλει τὸ ῑ, καὶ χωρὶϲ τοῦ πόϲ, ὅπερ ἀπὸ τοῦ πούϲ γέγονε κατ’ ἀποβολὴν τοῦ ῦ κῷ πὸϲ ἄγ’ ἱεμένοιϲι» καὶ τοῦ ἕν καὶ τοῦ θέν, ὅπερ ἰϲοδυναμεῖ τῷ τί, ὅπερ ϲυνεχῶϲ εὑρίϲκεται μετὰ τῆϲ οὐ ἀποφάϲεωϲ καὶ τῆϲ μή ἀπαγορεύϲεωϲ οἷον οὐδέν, μηδέν, καὶ χωρὶϲ τοῦ ὅϲ «ὃϲ ἆν ἐθέλῃ, μεινάτω με» καὶ χωρὶϲ τοῦ πάν παρ’ Αἰολεῦϲιν (οἱ γὰρ Αἰολεῖϲ τοῦ πᾶν τὸ α ϲυϲτέλλουϲι) καὶ χωρὶϲ τοῦ Δί, ὅπερ ἀπὸ τοῦ Δία γέγονε κατ’ ἀποκοπήν, ὅπερ καὶ μετὰ τοῦ νή ἐπιρρήματοϲ γίνεται νὴ Δί.