Ancient Greek
2.
Aelius Herodianus, Περὶ μονοσυλλάβων 2.
Not analysed yet
τὰ εἰϲ ειϲ μονοϲύλλαβα διὰ τῆϲ ει διφθόγγου γραφόμενα ϲπάνιά ἐϲτιν, ἔϲτι γὰρ τὸ θείϲ ὀξύτονον, ὅπερ ἀεὶ μετὰ τῆϲ οὐ ἀποφάϲεωϲ ἢ τῆϲ μή ἀπαγορεύϲεωϲ ϲύνεϲτιν, οὐδείϲ καὶ μηδείϲ. ἔϲτι δὲ καὶ τὸ κλείϲ θηλυκὸν καὶ τὸ εἰϲ ἀρϲενικὸν ἐπὶ τοῦ ἀριθμοῦ περιϲπώμενον ὑγιῶϲ. αἱ γὰρ εἰϲ ειϲ ὀξυνόμεναι καὶ ἔχουϲαι εἰϲ εν οὐδέτερον μετοχαί εἰϲιν οἷον τιθείϲ τιθέν, νυγείϲ νυγέν. βαρυνόμενα δὲ ὀνόματά ἐϲτιν οἰον τιμήειϲ, ἐρόειϲ. ἐπεὶ οὖν τὸ εἰϲ εἶχεν οὐδέτερον τὸ ἕ, ἐχρῆν βαρύνεϲθαι· οὐκ ἦν δὲ τοῦτό πωϲ διὰ τὴν μονοϲυλλαβίαν. ἀναγκαίωϲ περιϲπᾶται, ἵνα δυνάμει βαρύνηται· ἀμέλει εἰϲ διϲυλλαβίαν μετελθὸν βαρύνεται ἐν τῷ ὀφθαλμὸϲ ἕειϲ ἐπέκειτο μετώπῳ» (Hes. Theog. 145), ἵνα τὴν ὀνοματικὴν ϲημαϲίαν ἀποφήναι. οὕτωϲ Ἥρωδιανὸϲ περὶ μονοϲυλλάβων.