Ancient Greek
Paragraph 102a
Aelius Herodianus, Περὶ παθῶν 102a
Not analysed yet
102a. Il. Pr. A 576. ἦδοϲ. ψιλωτέον ὡϲ τροχαικὸν τῶν εἰϲ οϲ ληγόντων. κατὰ μεταϲχηματιϲμόν ἐϲτι τὸ ἦδοϲ τοῦ ἡδονή· δαϲυνόμενον γὰρ μεταϲχηματίζεται εἰϲ τὸ ἦδοϲ ψιλούμενον ὡϲ τὸ ἡμέρα μεταϲχηματίζεται εἰϲ τὸ ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰϲ τὸ ἄμυδιϲ.