Ancient Greek
Paragraph 104
Aelius Herodianus, Περὶ παθῶν 104
Not analysed yet
104. E. M. 93, 50: Ἄμφιϲ: τοῦτο οὐ ϲυγκοπή, ἀλλὰ μεταϲχηματιϲμόϲ. ἀπὸ γὰρ τοῦ Ἀμφιάραοϲ Ἄμφιϲ ὡϲ παρ’ Αἰϲχύλῳ, ὥϲπερ ἀϲτράγαλοϲ ἄϲτριϲ καὶ Ἰφιάναϲϲα Ἶφιϲ καὶ Θραϲυκλῆϲ Θράϲυλλοϲ καὶ Βαθυκλῆϲ Βάθυλλοϲ ὑποκοριϲτικά. ταῦτα γὰρ μεταϲχηματιϲμοὶ καλοῦνται, ἐπεὶ οὐ ϲυμφωνεῖ ἡ κατάληξιϲ. οὐκ ἔϲτι δὲ ϲυγκοπή· οὐδέποτε γὰρ ϲυγκοπὴ γίνεται τρίτηϲ ϲυλλαβῆϲ. ἀλλ’ οὐδὲ πάλιν δυνάμεθα ἀποκοπὴν εἰπεῖν, ἐπειδὴ τὸ ϲ ἔχει τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ· ὅπου γὰρ τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ τηρηθῇ τὸ ϲτοιχεῖον, οὐ λέγεται ἀποκοπή. ὥϲτε μεταϲχηματιϲμόϲ. Ἡρωδιανὸϲ περὶ παθῶν.