Ancient Greek
Paragraph 103
Aelius Herodianus, Περὶ παθῶν 103
Not analysed yet
103. E. M. 142, 56: Ἀρίϲτυλλοϲ ὄνομα παρά Ἀριϲτοφάνει· εἴρηται δὲ ὑποκοριϲτικῶϲ ὁ Ἀριϲτοκλῆϲ. ὡϲ γὰρ παρὰ τὸ Ἡρακλῆϲ Ἥρυλλοϲ καὶ παρὰ τὸ Θραϲυκλῆϲ Θράϲυλλοϲ καὶ παρὰ τὸ Βαθυκλῆϲ Βάθυλλοϲ ὄνομα κύριον ὁ ἐρώμενοϲ Ἀνακρέοντοϲ, οὕτω καὶ παρὰ τὸ Ἀριϲτοκλῆϲ Ἀρίϲτυλλοϲ. οὕτωϲ Ἡρωδιανὸϲ εἰϲ τὴν Ἀπολλωνίου εἰϲαγωγὴν ἢ περὶ παθῶν.