Ancient Greek
Paragraph 13
Aelius Herodianus, Περὶ παθῶν 13
Not analysed yet
13. Ε. Οr. 57, 13, Ε. Gud. 210, 58 et Ε. M. 380, 30: ἐρῳδιόϲ ὁ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν λέγει, ὅτι ὥϲπερ ἀπὸ τοῦ ἁρχρήϲειϲ «ϲτῆϲε δ’ ἐν Ἀμνιϲῷ »(Od. τ 188) «ϲκῆπτρον μέν τοι δῶκε» (Ιl. Ι 38) τὸ γὰρ ἐντελὲϲ «τῷ δ’ ἕτερον μὲν ἔδωκεν »(Π. Π 250) οὕτωϲ οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐϲτι κίνημα ἀπὸ τοῦ οἴγω ᾦγεν κατὰ παρατατικόν· «τὴν δ’ οὐ θεὸϲ ἄλλοϲ ἀνῷγεν »(Ιl. Ξ 168), ἀλλὰ τὸ κατὰ πλεοναϲμὸν τοῦ ε χηλοῦ δ’ ἄπο πῶμ’ ἀνέῳγεν »(Π. Π 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ηνδανεν «ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε »(Ιl. Α 24) τὸ δὲ κατὰ πλεοναϲμὸν «κοὐδ’ Ἀγαμέμνονι πάμπαν ἑήνδανεα» (Οd. γ 143). καὶ πάλιν «ἕϲϲατο δ’ ἔκτοϲθεν» (Π. Κ 334) εἶτα ἐν ἑτέροιϲ «ἑέϲϲατο δέρμα» (Ιl. Κ 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ «ὦϲα παρέξ ξ» (Od. ι 488) καὶ ὦϲε τὸ τρίτον. ὃ ἐν πλεοναϲμῷ φηϲι κὰδ δ’ ἄρ’ ἐπὶ ϲτόμ’ ἔωϲεν (Π. Π 410). οὕτωϲ οὖν ἐπὶ τούτου. ἐν ἑτέροιϲ γάρ φηϲιν ᾠψνοχόει δ’ υἱὸϲ Μενελάου» (Οd. 0 141), ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ε ἀκολούθωϲ πάλιν ἀπεφήνατο «νέκταρ ἐψνοχόει» (Δ 3). Π. Pr. Δ 3.