Ancient Greek
Paragraph 13a
Aelius Herodianus, Περὶ παθῶν 13a
Not analysed yet
13a. οὐδέποτε, ὥϲ φηϲιν ὁ Ἡρωδιανόϲ, εὐθεῖα διαλέλυται, τὸ γὰρ εἶϲ ἕειϲ κατὰ πλεοναϲμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη. Choerob. p. 246 Gaisf. μόζω γίνεται ἁρμόδιοϲ, τὸν αὐτὸν τρόπον ἀπὸ τοῦ ῥοίζω γίνεται ῥοίδιοϲ καὶ πλεοναϲμῷ τοῦ ἕ καὶ ἐκτάϲει τοῦ o εἰϲ ω ἐρῳδιόϲ καὶ μένει τὸ ι προϲγεγραμμένον. καὶ λέγουϲί τινεϲ, ὅτι ὤφειλε βαρύνεϲθαι· τὰ γὰρ διὰ τοῦ διοϲ πάντα βαρύνονται παυρίδιοϲ μοιχίδιοϲ. ἀλλ’ ἔϲτιν εἰπεῖν, ὅτι ἐξηκολούθηϲε τοῖϲ ἐπὶ ὀρνέων. τὰ γὰρ εἰϲ οϲ καθαρὰ τῷ ι παραληγόμενα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ἐπὶ ὀρνέων ὀξύνονται αἰγυπιόϲ χαραδριόϲ βομβυλιόϲ. οὕτω καὶ ἐρῳδιόϲ. λέγεται καὶ ῥῳδιόϲ παρ’ Ἱππώνακτι «κνεφαῖοϲ ἐλθὼν ῥῳδιῷ (sic) κατηυλίϲθην». καὶ ὡϲ μὲν πρὸϲ τὴν ϲυνήθειάν ἐϲτιν ἀφαίρεϲιϲ, ὡϲ δὲ πρὸϲ τὸν ϲχηματιϲμὸν ἐντελέϲ.