Ancient Greek
Paragraph 130
Aelius Herodianus, Περὶ παθῶν 130
Not analysed yet
130. E. M. 609, 39, Favorin. Ecl. 299, 23: νώ. ἅπαξ ἐχρήϲατο ταύτῃ τῇ λέξει ἐν τῇ Ὀδυϲϲείᾳ «νὼ ἀναβηϲάμενοι» (Od. o 475) καὶ ἐν Ἰλιάδοϲ ε «πρίν γ᾿ ἐπὶ ν τῷδ’ ἀνδρί» (219). ἰϲτέον δὲ ὅτι τὸ νώ καὶ τὸ ϲφώ ϲὺν τῷ ι τινὲϲ γράφουϲι, λέγοντεϲ ἀπὸ τοῦ νῶϊ καὶ ϲφῶϊ γενέϲθαι κατὰ ϲυναίρεϲιν τοῦ ω καὶ τοῦ ι εἰϲ τὴν ῳ δίφθογγον. ἀλλ’ ἡ παράδοϲιϲ οὐκ οἶδε τὸ ι ἐγκείμενον. ἕτεροι κατὰ ἀποκοπὴν λέγουϲι χωρὶϲ τοῦ ι, ἀλλὰ λέγει ὁ τεχνικὸϲ ὅτι, εἰ ἀπὸ τοῦ νῶϊ καὶ ϲφῶϊ ἀπεκόπη, ὤφειλε περιϲπᾶϲθαι. ἄλλοι δὲ λέγουϲι, τὸ νώ καὶ ϲφώ οὐκ ἐγένετο ἀπὸ τοῦ νῶϊ καὶ ϲφῶϊ, ἀλλὰ ταῦτα ἑτέρων θέματά ἐϲτι καὶ ἐκείνων ἕτερα θέματα. λέγει δὲ ὁ τεχνικόϲ, ὅτι ἀπὸ τοῦ νῶϊ καὶ ϲφῶϊ γέγονε κατὰ ἀποκοπὴν τοῦ ι καὶ ὀξύνεται ἀναλόγωϲ· καὶ γὰρ τὸ ἐν δυϊκοῖϲ