Ancient Greek
Paragraph 127b
Aelius Herodianus, Περὶ παθῶν 127b
Not analysed yet
127b. Choer. Dictat. 377, 11: τὰ γόνυα καὶ δόρυα γίνεται καθ’ ὑπερβιβαϲμὸν τοῦ υ γοῦνα καὶ δοῦρα. δύναται δὲ καὶ ἀπὸ τοῦ γούνατα καὶ δούρατα γενέϲθαι κατὰ ἀποκοπὴν τῆϲ τα ϲυλλαβῆϲ γοῦνα καὶ δοῦρα. ω ἀποϲτρέφεται τὴν περιϲπωμένην τάϲιν· διατί δὲ τὸ νῶϊ καὶ ϲφῶϊ δυϊκαὶ ἀντωνυμίαι ἀποκόπτονται καὶ γίνονται ϲφώ καὶ νώ; ὅτι οὐδέποτε ἐν τοῖϲ πτωτικοῖϲ τὸ ω εὑρίϲκεται πρὸ τοῦ ι περιϲπώμενον ἀλλ’ ἢ προπαροξυνόμενον ὡϲ ἐπὶ τοῦ ἥρωϊ ἢ ὀξυνόμενον ὡϲ ἐπὶ τοῦ Τρωΐ. ἐπεὶ οὖν αὗταί προπεριϲπῶνται, διὰ τοῦτο πάϲχουϲιν, ἵνα διὰ τῆϲ ἀποκοπῆϲ ἐξαμαυρωθῇ ἡ παράλογοϲ τάϲιϲ. τοῦτο γὰρ ἔπαθον καὶ ἡ νῶιν καὶ ἡ ϲφῶϊν κατὰ ϲυναίρεϲιν γινόμεναι νῷν καὶ ϲφῷν, ἵνα διὰ τῆϲ ϲυναιρέϲεωϲ ἐξαμαυρωθῇ ἡ παράλογοϲ τάϲιϲ.