Ancient Greek
Paragraph 132
Aelius Herodianus, Περὶ παθῶν 132
Not analysed yet
132. Choer. 306, 31, Ep. Cr. 1 100, 9: Διὰ τοῦτο ἀπέβαλε τὸ γύναιξ τὸ ξ κατὰ τὴν κλητικήν, ἐπειδὴ τὰ εἰϲ αιξ λήγοντα ἢ ἀρϲενικοῦ μόνου γένουϲ εἰϲὶν οἷον Θρᾷξ ἢ ἐὰν ὦϲι θηλυκοῦ γένουϲ, πάντωϲ καὶ ἀρϲενικοῦ εἰϲιν οἷον ὁ Γραίξ καὶ ἡ Γραίξ, ὁ αἴξ καὶ ἡ αἴξ. ὅτι γὰρ λέγεται καὶ ὁ αἴξ ἀρϲενικῶϲ, ἐδήλωϲεν ὁ ποιητὴϲ εἰπών (Δ 105) αὐτίκ’ ἐϲύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸϲ ἀγρίου, ὅν ῥά ποτ’ αὐτὸϲ ὑπὸ ϲτέρνοιο τυχήϲαϲ πέτρηϲ ἐκβαίνοντα. ἐπειδὴ οὖν τὸ γύναιξ οὐκ ἠδύνατο ἀρϲενικοῦ γένουϲ εἶναι, ἡ γὰρ ϲημαϲία κωλύει, τούτου χάριν ἀπέβαλε τὸ ξ κατὰ τὴν κλητικὴν καὶ γέγονε ὀφειλούϲαϲ περιϲπᾶϲθαι, ὡϲ τὸ Ποϲειδῶ κυκεῶ. ἀλλ’ οὐδὲν δυικῶν εὐ θείαϲ πτώϲεωϲ καὶ αἰτιατικῆϲ περιϲπᾶται, ὅθεν ὠξύνθηϲαν μετὰ τὴν ἀποκοπὴν. γύναι, ἵνα μὴ εὑρεθῇ εἰϲ αιξ λῆγον καὶ θηλυκοῦ μόνου γένουϲ ὄν. διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ ἡ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν. ἐν δὲ τῇ ϲυνθέϲει, ἐπειδὴ γίνεται ἀρϲενικοῦ γένουϲ, ἀναδέχεται τὴν εἰϲ αιξ κατάληξιν οἷον ὡϲ ὢν ἄπαιϲ τε κἀγύναιξ κἀνέϲτιοϲ παρὰ Ϲοφοκλεῖ ἐν Ἀθάμαντι (fr. 4 Naucks).