Ancient Greek
Paragraph 131
Aelius Herodianus, Περὶ παθῶν 131
Not analysed yet
131. Choer. 367, 4: τὸ γάλα ἀπὸ τοῦ γάλαξ κατ’ ἔνδειαν τοῦ ξ. (ἡ γὰρ κλίϲιϲ αὐτοῦ ἀπὸ εὐθείαϲ τῆϲ εἰϲ ξ καταληγούϲηϲ ἐγένετο, γάλακοϲ γὰρ ἡ γενικὴ καὶ κατὰ πλεοναϲμὸν τοῦ τ γάλακτοϲ ὡϲ ἄναξ ἄνακοϲ καὶ ἄνακτοϲ. ἄλλωϲ τε δὲ πᾶϲα δοτικὴ πληθυντικῶν εἰϲι λήγουϲα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ι τὴν εὐθεῖαν τῶν ἑνικῶν ἀποτελεῖ οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι Πέλοψ, Κύκλωψι Κύκλωψ. εἰ οὖν ἐϲτιν ἡ δοτικὴ τῶν πληθυντικῶν γάλαξι, δηλονότι ἀποβολῇ τοῦ ι γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ· ἀλλ’ ἐπειδὴ τὸ ξ οὐκ ἔϲτι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν ἀπεβλήθη καὶ ἐγίνετο γάλα. ἀμέλει ϲυντιθέμενον τὸ γάλα καὶ γενόμενον εἰϲ ἀρϲενικὸν γένοϲ ἀναδέχεται τὸ κεχρεωϲτημένον ξ οἷον τὸ ἀρτιγάλαξ ὁ νεογάλαξ.