Ancient Greek
Paragraph 142
Aelius Herodianus, Περὶ παθῶν 142
Not analysed yet
142. Ep. Cr. I 416, 15: Τελαμωνιάδηϲ: οἱ μὲν λέγοντεϲ ἀπὸ τοῦ Τελαμώνιοϲ Τελαμωνιάδηϲ ὡϲ Ἥλιοϲ Ἡλιάδηϲ, Δεξιάδηϲ Ἀϲιάδηϲ κατορθοῦϲι μὲν τὴν φωνήν, λύουϲι δὲ τὸ πατρωνυμικόν· ἀπὸ γὰρ κυρίων θέλει παράγεϲθαι τὰ πατρωνυμικά· τὸ δὲ Τελαμώνιοϲ οὐ κύριον, ἀλλ’ ἐπίθετον. ἄμεινον οὖν ἀπὸ τοῦ Τελαμών Τελαμῶνοϲ Τελαμωνίδηϲ καὶ κατὰ πλεοναϲμὸν ποιητικὸν τοῦ α Τελαμωνιάδηϲ.