Ancient Greek
Paragraph 143
Aelius Herodianus, Περὶ παθῶν 143
Not analysed yet
143. Ep. Cr. I 443,20: Χαλκωδοντιάδηϲ: οἱ μὲν λέγουϲιν ἀπὸ εὐθείαϲ Χαλκωδοντίαϲ γενέϲθαι, οἱ δὲ ἀπὸ Χαλκωδόντιοϲ κτητικοῦ· ἀλλ’ οὐδέποτε τὸ πατρωνυμικὸν ἀπὸ κτητικοῦ γίνεται, ἀλλ’ ἀπὸ κυρίων. ἄμεινον οὖν πλεοναϲμὸν λαμβάνειν. γέγονεν οὖν ἀπὸ τῆϲ περιττοϲυλλάβου γενικῆϲ· ὡϲ γὰρ Ἀγαμεμνονίδηϲ, Τεκτονίδηϲ, οὕτωϲ Χαλκώδοντοϲ Χαλκωδοντίδηϲ καὶ πλεοναϲμῷ τοῦ α Χαλκωδοντιάδηϲ.