Ancient Greek
Paragraph 144
Aelius Herodianus, Περὶ παθῶν 144
Not analysed yet
144. St. B. 3, 12: δοκεῖ ἀπὸ τοῦ Ἀβάντιοϲ εἶναι τὸ Ἀβαντιάϲ ὡϲ ἀπὸ τοῦ Ἑλικώνιοϲ Ἑλικωνιάϲ, Ὀλύμπιοϲ Ὀλυμπιάϲ, Δήλιοϲ Δηλιάϲ. τὸ δὲ Ἀβαντίϲ ἀπὸ τῆϲ Ἄβαντοϲ γενικῆϲ ὡϲ Ἑλικωνίϲ τῆϲ Ἑλικῶνοϲ, Βίϲτονοϲ Βιϲτονίϲ, Αὔϲονοϲ Αὐϲονίϲ. ἴϲωϲ δὲ καὶ τὸ Ἀβαντιάϲ ἀπὸ τοῦ Ἀβαντίϲ παρήχθη ὡϲ ἀπὸ τοῦ Λέϲβοϲ Λεϲβίϲ Λεβιάϲ, Ἀχαιίϲ Ἀχαιιάϲ Ἀχαιιάδων εὐπέπλων» (Ιl. Ε 424). μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ ἀπὸ τοῦ Ἀβάντιοϲ Ἀβαντιάϲ τὸ Ἀβαντία θηλυκόν, ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰϲ μ ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήϲει.