Ancient Greek
Paragraph 148
Aelius Herodianus, Περὶ παθῶν 148
Not analysed yet
148. Ep. Hom. 300, 1, E. M. 599, 20. νέαται. ὅϲοι μὲν ἐνεϲτῶτα παραλαμβάνουϲιν, ἀντὶ τοῦ οἰκοῦνται ὅϲοι δὲ παρακείμενον, οἷον οἰκημένοι εἰϲίν. ἔϲτι ῥῆμα νῶ τὸ οἰκῶ. τούτου ὁ παρακείμενοϲ νένηκα, παθητικὸϲ νένημαι καὶ πληθυντικὸν νενήμεθα νένηϲθε νένηνται. τὸ Ἰωνικὸν νενέαται· ἄρον τὴν νε ϲυλλαβὴν «νέατι Πύλου ἠμαθόεντοϲ» (Ι 153) ὥϲτε ὅμοιον εἶναι τῷ δεδέχαται δέχαται.