Ancient Greek
Paragraph 149
Aelius Herodianus, Περὶ παθῶν 149
Not analysed yet
149. Ep. Hom. 287, 28: μεμετρέαται. τοῦτο Ἰωνικόν ἐϲτιν, ὡϲ γὰρ νενόηνται νενοέαται καὶ περιπεποίηνται περιπεποιέαται, οὕτωϲ καὶ μεμέτρηνται μεμετρέαται παρὰ τῷ Ἑκαταίῳ «ὁ μὲν οὖν Βόϲποροϲ καὶ ὁ Πόντοϲ καὶ ὁ Ἑλλήϲποντοϲ κατὰ ταῦτά μοι μεμετρέαται» καὶ παρ’ Ἱππώνακτι «οἱ δέ μευ ὀδόντεϲ ἐν τοῖϲ γνάθοιϲι κεκινέαται» καὶ Ἀνακρέων «αἱ δέ μευ φρένεϲ ἐκκεκωφέαται» καὶ τὸ περιβεβλέαται.