Ancient Greek
Paragraph 15
Aelius Herodianus, Περὶ παθῶν 15
Not analysed yet
15. E. Or. 68, 18, E. M. 422, 12, E. Gud. 238, 30: ἠθεῖε προϲφώνηϲιϲ φιλοφρονητικὴ νεωτέρου ἀδελφοῦ πρὸϲ πρεϲβύτερον κατὰ τιμήν. ἢ παρὰ τὸ θεῖοϲ δεῖ αὐτὸ κανονίζειν καὶ κατὰ πλεοναϲμὸν τοῦ η αὐτὸ γεγονέναι ἠθεῖοϲ. πλεονάζει γὰρ τὸ η ἐν πολλαῖϲ λέξεϲιν ὡϲ τὸ μύω ἠμύω, πεδανόϲ ἠπεδανόϲ, βαιόϲ ἠβαιόϲ, εὐγενήϲ εὐηγενήϲ. ἢ παρὰ τὸ ἔθοϲ ἔθειοϲ ὡϲ τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ, ὄνειδοϲ ὀνείδειοϲ καὶ τροπῇ τοῦ ἕ εἰϲ η καὶ καταβιβαϲμῷ τοῦ τόνου ἠθεῖοϲ. ἀναλογώτερον δέ ἐϲτιν ἐκ τοῦ θεῖοϲ αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθοϲ. ἐκ γὰρ τοῦ θεῖοϲ καὶ ἡ αὐτὴ τάϲιϲ ϲώζεται καὶ ὀλίγα πάθη δίδοται, ἐκ δὲ τοῦ ἔθοϲ καὶ ἀλλότριοϲ ὁ τόνοϲ καὶ πολλὰ τὰ πάθη δίδοται.