Ancient Greek
Paragraph 14
Aelius Herodianus, Περὶ παθῶν 14
Not analysed yet
14. E. Or. 67, 21, E. M. 417, 16: ἠβαιόν ὀλίγον καὶ ὀλιγοχρόνιον. οἱ μὲν παρὰ τὴν βῆν, ἐπεὶ αὕτη ὀλίγη καὶ ταχέωϲ αὔξεται καὶ ἐλαττοῦται, ἀφ’ οὗ παρώνυμον ἠβαόϲ καὶ ἠβαιόϲ ὁ ἐπ’ ὀλίγον χρόνον ἀκμάζων καὶ μαραινόμενοϲ πάλιν. καὶ εἰ ἐκ τοῦ ἥβη γίνεται, ὤφειλε δαϲύνεϲθαι· οὐκ ἔϲτι δὲ οὕτωϲ. ἀλλ’ ἀπὸ τοῦ βῆναι γίνεται βαόϲ καὶ πλεοναϲμῷ τοῦ ι βαιόϲ ὁ ἐπ’ ὀλίγον χρόνον βεβηκώϲ καὶ πλεοναϲμῷ τοῦ η ἠβαιόϲ ὡϲ τὸ μύει ἠμύει βαιόν καὶ ἠβαιόν.