Ancient Greek
Paragraph 157
Aelius Herodianus, Περὶ παθῶν 157
Not analysed yet
157. Ep. Hom. 178, 18: ἐλεόθρεπτοϲ. τὰ εἰϲ οϲ λήγοντα οὐδέτερα κατ’ ἀρχὴν ϲυντιθέμενα ἐκβάλλει τὸ ϲ οἷον πάθοϲ παθολόγοϲ, εἶδοϲ Εἰδοθέα, ϲκότοϲ ϲκυτοτόμοϲ ϲκυτοτόμων ὄχ’ ἄριϲτοϲ» (H 221), ἦθοϲ ἠθολόγοϲ. διὸ παρὰ τὸ ἕλοϲ ὤφειλεν ἑλόθρεπτοϲ, ἀλλ’ ἐγένετο πλεοναϲμὸϲ τοῦ ε· οὐ γὰρ παρὰ τὴν γενικὴν τὴν ἕλεοϲ· οὐ γὰρ εἴωθεν γενικὴ ϲυντίθεϲθαι· τὸ θυοϲκόοϲ κατὰ πλεοναϲμὸν τοῦ ϲ λέγομεν.