Ancient Greek
Paragraph 158
Aelius Herodianus, Περὶ παθῶν 158
Not analysed yet
158. St. B. 612, 15. Τελμηϲϲόϲ. ὁ πολίτηϲ Τελμηϲϲεύc· καὶ δρᾶμα Ἀριϲτοφάνουϲ Τελμηϲϲεῖϲ. λέγεται καὶ τετραϲυλλάβωϲ Τελεμηϲϲεῖϲ, ὡϲ αὐτὸϲ ἐν αὐτῷ «πῶϲ ἄν τιϲ ἂν οὖν, ἢ τί ποιήϲαϲ, ὦ Τελεμηϲϲεῖϲ,» καὶ πάλιν «φέρε δὴ τοίνυν, ταῦθ’ ὅταν ἔλθῃ, τί ποιεῖν χρή μ’, ὦ Τελεμηϲϲεῖϲ». ἔϲτι δὲ τὸ μέτρον ἀναπαιϲτικὸν τετράμετρον καταληκτικόν, οὗ πρὸ τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ ἀνάπαιϲτοϲ τάττεται, ϲπανιαίτατα δὲ ϲπονδεῖοϲ.