Ancient Greek
Paragraph 160c
Aelius Herodianus, Περὶ παθῶν 160c
Not analysed yet
160c. II. Pr. ψ 160: τὰ εἰϲ οϲ λήγοντα ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεϲθαι θέλει, φωλεύω φωλεόϲ, ὀχεύω ὀχεόϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ϲ ὀϲχεόϲ, καὶ παρὰ τὸ ϲωρεύω δὲ ὁ ϲωρεόϲ· τὸ δὲ ϲωρόϲ κατὰ ϲυγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεόϲ ἔϲται κατ’ ὀξεῖαν τάϲιν «ὁ δ’ ἐκ λοχεοῖο πάϊϲ Hes. Theogn. 178). ἀλλ’ οὖν γε βαρυτόνωϲ οἱ πλείουϲ ἀνέγνωϲαν, πλεοναϲμὸν ἐκδεξάμενοι τοῦ ε, ὥϲτε παρὰ τὴν λόχου γενικὴν «ἐκ λόχου ἀμπήδηϲε» (II. Λ 379) λόχοιο γενέϲθαι καὶ λοχέοιο. ἀρνῶν, οὐκ ἔπαθε δὲ τὸ ἀρνέων πλεοναϲμὸν οὐδὲ διαίρεϲιν ἐκ τοῦ ἀρνῶν, ἀλλὰ ἔλλειψιν τοῦ ι ἐκ τοῦ ἀρνείων.