Ancient Greek
Paragraph 166
Aelius Herodianus, Περὶ παθῶν 166
Not analysed yet
166. Ep. Hon. 239,1, E. M. 507,15: ἀρνῶν ἐκ κεφαλέων (Γ 273): ὁ κανών· οἱ Αἰολεῖϲ διὰ τοῦ αων κεφαλάων, οἱ δὲ Δωριεῖϲ διὰ τοῦ εων κεφαλέων· ὁ δὲ Ζηνόδοτοϲ γράφει «ἀρνέων ἐκ κεφαλέων» ὡϲ κτητικὸν τὸ ἀρνέων λαβών· κακῶϲ δέ· κανὼν γάρ ἐϲτιν ὁ λέγων, τὸ κτητικὸν ἐπὶ τῶν ϲωματικῶν μερῶν λαμβανόμενον κατὰ τεθνηκότοϲ θέλει παραλαμβάνεϲθαι οἷον βοεία κεφαλή ἡ τεθνηκότοϲ, καὶ ἀνθρώπειοϲ πούϲ ὁ τοῦ τετελευτηκότοϲ· οὐ γὰρ ἐπὶ ζώντων εἴποι τιϲ ἄν· διὸ καὶ μέμφονται Ζηνοδότῳ, ἐπειδὴ τὸ «ἀρνέων ἐκ κεφαλέων »ἀνεγίνωϲκεν ἀρνέων κτητικόν· κτητικῇ γὰρ φωνῇ ἐχρήϲατο ὡϲ ἐπὶ ζώντων