Ancient Greek
Paragraph 174
Aelius Herodianus, Περὶ παθῶν 174
Not analysed yet
174. E. M. 698, 2: πωγωνιήτηϲ. πώγων πώγωνοϲ πωγωνίτηϲ καὶ πλεοναϲμῷ τοῦ η πωγωνιήτηϲ ὡϲ πολιήτηϲ· ἤ παρὰ τὸ πωγωνία πωγωνιάτηϲ καὶ κατὰ τροπὴν πωγωνιήτηϲ. λέγουϲι δέ τινεϲ, ὅτι ἀπὸ τῶν εἰϲ ων ληγόντων οὐκ ἔχει γεγονέναι πωγωνία. Κράτηϲ δ’ οὖν ἐν Μετοίκοιϲ λειποπωγωνία ἔφη. δύναται οὖν, ὥϲπερ οἰκία οἰκιάτηϲ, οὕτω πωγωνία πωγωνιάτηϲ καὶ πωγωνιήτηϲ γενέϲθαι.