Ancient Greek
Paragraph 175
Aelius Herodianus, Περὶ παθῶν 175
Not analysed yet
175. Ep. Hom. 298, 32. Nυϲήϊον. ἀμφίβολον· εἰ γὰρ παρὰ τὸ Nύϲιον, πλεοναϲμόϲ ἐϲτι τοῦ η εἰ δὲ παρὰ τὸ Νῦϲα, ὤφειλε μὲν εἶναι Nύϲειον, ἀλλ’ ὥϲπερ παρὰ τὸ ἄρειον ἀρήιον αὐξήϲει γέγονεν, οὕτω Νυϲήϊον, ὥϲτε δύναται διαίρεϲιϲ εἶναι καὶ ἐπέκταϲιϲ, ἀλλ’ οὐ πλεοναϲμόϲ. τὸ δὲ γαιήϊοϲ ἀπὸ τοῦ γαῖα γαίϊοϲ ἐν πλεοναϲμῷ καὶ τὸ κ πολεμήϊα» παρὰ τὸ πόλεμοϲ πολέμια. ὅταν οὖν εἴπῃ «πολεμήϊα τεύχεα» (H 193) πλεονάζει τὸ η.