Ancient Greek
Paragraph 177
Aelius Herodianus, Περὶ παθῶν 177
Not analysed yet
177. Ep. Cram. I 342, 26: ἀριθμόϲ. παρὰ τὸ ἄρω τὸ ἁρμόζω —Ὅμηροϲ «ἄρϲαντεϲ κατὰ θυμόν »(Ιl. Α 136) γίνεται ἁρμόϲ καὶ πλεοναϲμῷ τοῦ ϲ ἀρϲμόϲ καὶ τροπῇ τοῦ ϲ εἰϲ θ ἀρθμόϲ καὶ πλεοναϲμῷ τοῦ ι ἀριθμόϲ. ἁρμογὴ γὰρ μονάδων ὁ ἀριθμόϲ. οὕτωϲ Ἡ ρωδιανόϲ· ὁ δὲ πατὴρ αὐτοῦ ὁ Ἀπολλώνιοϲ παρὰ τὸ ἁλίζω τὸ ϲυναθροίζω ἁλιϲμόϲ καὶ τροπῇ τοῦ ϲ εἰϲ θ ἁλιθμόϲ καὶ τοῦ ἀμεταβόλου εἰϲ ἀμετάβολον ἀριθμόϲ· οἱονεὶ ἡ ϲυνάθροιϲιϲ τῶν μονάδων. —E. Or. 26, 19.