Ancient Greek
Paragraph 176a
Aelius Herodianus, Περὶ παθῶν 176a
Not analysed yet
176a. Men. 46, 6: βοτρυδόν. τὰ εἰϲ δον λήγοντα ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰϲ υϲ ληγόντων ὀνομάτων παράγεϲθαι καὶ πρὸ τέλουϲ ἔχειν τὸ υ. μονῆρεϲ ἄρα τὸ βοτρυδόν. —ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰϲ υϲ παραγωγὸν ποιήϲαϲ ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλουϲ τὸ υ, ἀλλὰ τὸ η, πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόϲωπα.