Ancient Greek
Paragraph 178
Aelius Herodianus, Περὶ παθῶν 178
Not analysed yet
178. Ep. Hom. 365, 1: πυκινά: οἱ μὲν τὸ πυκνόϲ ἐνδείᾳ τοῦ ι λέγουϲιν ἐκ τοῦ πυκινόϲ, οἱ δὲ πυκινόϲ ἐν πλεοναϲμῷ τοῦ ι ἐκ τοῦ πυκνόϲ. ἡμεῖϲ δὲ λέγομεν, ὅτι τὸ πύκα γέγονεν ἐκ τοῦ πυκνόϲ· ἀπὸ τοῦ πυκνόϲ ὀνοματικὸν ἐπίρρημα πυκνά «πυκνὰ μάλα ϲτενάχων» (Ϲ 318), ἐλλείψει τοῦ ν πύκα· γίνεται γὰρ ἔλλειψιϲ ϲτοιχείου ὡϲ ταχέα τάχα, ϲαφέα ϲάφα, οὕτωϲ πυκνά πύκα. τὸ δὲ πυκνόϲ γίνεται ἀπὸ τοῦ πτύϲϲω πτυκνόϲ ἐλλείψει τοῦ τ ὡϲ ἴϲχω ἰϲχνόϲ. ἀπὸ δὲ τοῦ πύκα γίνεται παραγωγὴ διὰ τοῦ ινοϲ πυκινόϲ· ἀπὸ γὰρ ἐπιρρημάτων γίνονται παραγωγαὶ διὰ τοῦ ινοϲ ϲυνεϲταλμένου τοῦ ι ἐχθεϲινόϲ, πρωϊνόϲ, περυϲινόϲ, ὀψινόϲ καὶ παρὰ τὸ τῆτεϲ ἐπίρρημα τητινόϲ παρὰ Ἀττικοῖϲ ὡϲ ἅδην ἁδινόϲ.