Ancient Greek
Paragraph 180
Aelius Herodianus, Περὶ παθῶν 180
Not analysed yet
180. E. M. 220, 9: γαλόῳ: οἱ μὲν λέγουϲιν ὅτι ἔϲτι γάλωϲ, εἶτα διαλύϲει τοῦ ω γάλοωϲ ὡϲ τὸ «ἐξ Ἀθόω δ’ἐπὶ πόντον ἔβη (Ϲ 229). ὁ δὲ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν λέγει, ὅτι ἐϲτὶν εὐθεῖα ἡ γά- λωϲ. κλίνεται δὲ τῆϲ γάλω· ὁ κανών· τὰ βαρύτονα κατὰ ἀποβολὴν τοῦ ϲ κλίνονται τῆϲ Κέω. —ἡ δοτικὴ τῇ γάλῳ καὶ πλεοναϲμῷ τοῦ ο γαλόῳ· διὰ τοῦτο καταβιβάζει τὸν τόνον, ἐπειδὴ οὐδέποτε ἐπὶ τέλουϲ κειμένου τοῦ ω τρίτη ἀπὸ τέλουϲ τίθεται ἡ ὀξεῖα χωρὶϲ τῶν Ἀττικῶν. κλίνεται δὲ καὶ γάλωϲ γάλωτοϲ ὡϲ γέλωϲ γέλωτοϲ.