Ancient Greek
Paragraph 181
Aelius Herodianus, Περὶ παθῶν 181
Not analysed yet
181. E. M. 347, 9: ἐξ Ἀθόω: «ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήϲετο» Ἰλιάδοϲ (Ξ 229) πλανώμενοί τινεϲ ἀναγινώϲκουϲιν ἐξ Ἀθόω· οὐ γὰρ δύναται τρίτη ἀπὸ τοῦ ω πίπτειν ἡ ὀξεῖα· οὐ γὰρ ἔχει πρὸ τοῦ ω τὸ ε ὡϲ τὸ πόλεων. ἀμφίβολον· εἰ μὲν γὰρ παρὰ τὸ Ἄθωϲ Ἄθω, ἐϲτὶ πλεοναϲμὸϲ τοῦ ο· εἰ δὲ εἴρηται Ἀθόωϲ Ἀθόω, οὐκ ἔτι πλεονάζει. Ἡρωδιανὸϲ περὶ παθῶν. τεῖ θέμα τὸ δειδίω. εἰ δὲ καὶ ἀπαιτήϲῃ, ἐκ παρακειμένου ἂν εἴη γινόμενον.