Ancient Greek
Paragraph 203
Aelius Herodianus, Περὶ παθῶν 203
Not analysed yet
203. Schol. B ad Il. k 374, E. M. 746, 25, Piilem. p. 152. τάρβοϲ: τριϲὶ παραγωγαῖϲ ὁ Ἡρωδιανὸϲ τοῦτο ὑπέβαλε· πρῶτον ἐκ τοῦ ταράϲϲω τάραβοϲ καὶ ϲυγκοπῇ τάρβοϲ παρὰ τὸ ταράϲϲειν τὴν φυχήν. δεύτερον ἐκ τοῦ τρέπω ὁ δεύτεροϲ ἀόριϲτοϲ ἔτραπον τρόποϲ καὶ τάρβοϲ. οἱ γὰρ εὐλαβούνενοι φεύγουϲι. τρίτον ἐκ τοῦ τείρω τὸ καταπονῶ ὁ β’ ἀόριϲτοϲ ἕταρον, τόροϲ καὶ πλεοναϲμῷ τοῦ β τάρβοϲ καὶ ῥῆμα ταρβῶ «τάρβηϲάν τε (B 368) ἀντὶ τοῦ ἐφοβήθηϲαν.