Ancient Greek
Paragraph 204
Aelius Herodianus, Περὶ παθῶν 204
Not analysed yet
204. E. M. 767 ,19, Gud. 231, 47: Eητεῖται περὶ τοῦ δίμηνοϲ καὶ. τρίμηνοϲ πόθεν ἄρα ἐϲτίν, ἐκ τοῦ ὀνόματοϲ τοῦ δύο καὶ τρία ἢ ἐϲ τοῦ ἐπιρρήματοϲ. καὶ ὁ μὲν Ἀπολλώνιοϲ λέγει, ὅτι ἀπὸ τοῦ δίϲ καὶ τρίϲ γίνεται δίμηνοϲ καὶ τρίμηνοϲ· τὸ γὰρ δίϲ καὶ τρίϲ ἐν ϲυνθέϲει ἀπὸβάλλει τὸ ϲ· ϲεϲημείωται τὸ διϲθανέεϲ (Od. μ 22) καὶ τὸ τρίϲφυλλον εἶδοϲ βοτάνηϲ παρὰ Κικάνδρῳ καὶ τριϲοίζυοϲ παρ’ Αἰϲχύλῳ. ϲυντιθέμενον δὲ ἀντὶ τοῦ δύο καὶ τρεῖϲ λαμβάνεται, διπρόϲωποϲ ὁ δύο πρόϲωπα ἔχων καὶ τρίπουϲ ὁ τρεῖϲ πόδαϲ ἔχων. ὁ δὲ Ἡρωδιανὸϲ λέγει, τὸ δίμηνοϲ γενέϲθαι ἀπὸ τοῦ δυόμηνοϲ κατὰ ϲυγκοπὴν καὶ τροπὴν τοῦ ῦ ὡϲ Ἀφροδύτη Ἀφροδίτη καὶ τὸ τρίμηνοϲ ἐκ τοῦ τριάμηνοϲ κατὰ ϲυγκοπήν. καὶ ποῖόν ἐϲτιν ἄρα ἀναλογώτερον, τὸ ἐκ τοῦ ὀνόματοϲ γινόμενον ἢ τὸ ἐξ ἐπιρρήματοϲ, καὶ λέγομεν, ὅτι μᾶλλον τὸ ἀπὸ ὀνόματοϲ· νυμφίου διδόμενα δῶρα τῇ νύμφᾳ. παρὰ τὸ ηδω τὸ εὐφραίνω ἥδανον καὶ ϲυγκοπῇ καὶ ϲυϲτολῇ ἕδνον. ηδονται γὰρ τούτοιϲ οἱ γαμούμενοι. ἰδοὺ τὰ κατ’ ἐντέλειαν παρὰ Ἀθηναίοιϲ ϲυντιθέμενα δεικνύουϲιν ἡμῖν καὶ ταῦτα γίνεϲθαι ἐκ τοῦ ὀνόματοϲ οἷον πεντέμηνοϲ ὀκτώμηνοϲ. ἴϲωϲ δέ τιϲ ἀντερείϲαι ἄν λέγων, ἰδοὺ λέγομεν καὶ πεντάμηνοϲ καὶ ὀκτάμηνοϲ καὶ δῆλον ὅτι ἀπὸ τοῦ ἐπιρρήματοϲ τοῦ πεντάκιϲ καὶ ὀκτάκιϲ γίνεται τὰ προκείμενα πεντακίμηνοϲ καὶ ὀκτακίμηνοϲ καὶ κατὰ ϲυγκοπὴν τῆϲ κι ϲυλλαβῆϲ πεντάμηνοϲ καὶ ὀκτάμηνοϲ. καὶ λέγομεν πρὸϲ αὐτούϲ, ὅτι τοῦτο ἀληθέϲ, ἀλλὰ πολλάκιϲ οἱ ἀριθμοὶ ἐν ταῖϲ ϲυνθέϲεϲι καὶ παραγωγαῖϲ τρέπουϲι τὸ τέλοϲ εἰϲ α· ὥὑϲπερ γὰρ ἀπὸ τοῦ ὀκτώ γίνεται κατὰ παραγωγὴν ὀκτάκιϲ καὶ ἀπὸ τοῦ πέντε πεντάκιϲ, οὕτω καὶ ϲύνθετον ὄνομα πεντάμηνοϲ καὶ ὀκτάμηνοϲ. δέδεικται οὖν τὰ προκείμενα διὰ τῶν Ἀττικῶν ὀνομάτων τοῦ πεντέμηνοϲ καὶ ὀκτώμηνοϲ μᾶλλον ἐκ τοῦ ὀνόματοϲ γενέϲθαι τὸ δίμηνοϲ καὶ τρίμηνοϲ· οὐκ ἐξ ἐπιρρήματοϲ οὖν, ὥὑϲπερ τινέϲ φαϲιν. τὸ δὲ τετράμηνοϲ ἐκ τοῦ ἐπιρρήματοϲ, ὅτι τετράκιϲ τὸ ἐπίρρημά ἐϲτι καὶ τέϲϲαρεϲ ὁ ἀριθμόϲ.