Ancient Greek
Paragraph 208
Aelius Herodianus, Περὶ παθῶν 208
Not analysed yet
208. Choer. 318, 24: τὸ πατήρ πατέροϲ γίνεται κατὰ ϲυγκοπὴν πατρόϲ ἐν τῇ γενικῇ καὶ μήτηρ μητέροϲ μητρόϲ καὶ θυγάτηρ θυγατέροϲ θυγατρόϲ. τὸ δὲ ἀνήρ ἀνέροϲ γενόμενον κατὰ ϲυγκοπὴν ἀνρόϲ ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ δ καὶ ἐγένετο ἀνδρόϲ οὐκ ἠδύνατο γὰρ εἰναι ἀνρόϲ χωρὶϲ τοῦ δ, ἐπειδὴ τὸ ν πρὸ τοῦ ρ οὔτε ἐν ϲυλλήψει δύναται εἰναι οὕτε ἐν διαϲτάϲει.